.

.

Δός μας,

Τίμιε Πρόδρομε, φωνή συ που υπήρξες η φωνή του Λόγου. Δος μας την αυγή εσύ που είσαι το λυχνάρι του θεϊκού φωτός. Βάλε σήμερα τα λόγια μας σε σωστό δρόμο, εσύ που υπήρξες ο Πρόδρομος του Θεού Λόγου. Δεν θέλουμε να σε εγκωμιάσουμε με τα δικά μας λόγια, επειδή τα λόγια μας δεν έχουν μεγαλοπρέπεια και τιμή. Όσοι θα θελήσουν να σε στεφανώσουν με τα εγκώμιά τους, ασφαλώς θα πετύχουν κάτι πολύ πιό μικρό από την αξία σου. Λοιπόν να σιγήσω και να μη προσπαθήσω να διακηρύξω την ευγνωμοσύνη μου και τον θαυμασμό μου, επειδή υπάρχει ο κίνδυνος να μη πετύχω ένα εγκώμιο, άξιο του προσώπου σου;

Εκείνος όμως που θα σιωπήσει, πηγαίνει με τη μερίδα των αχαρίστων, γιατί δεν προσπαθεί με όλη του τη δύναμη να εγκωμιάσει τον ευεργέτη του. Γι’ αυτό, όλο και πιό πολύ σου ζητάμε να συμμαχήσεις μαζί μας και σε παρακαλούμε να ελευθερώσεις τη γλώσσα μας από την αδυναμία, που την κρατάει δεμένη, όπως και τότε κατάργησες, με τη σύλληψη και γέννησή σου, τη σιωπή του πατέρα σου του Ζαχαρία.

Άγιος Σωφρόνιος Ιεροσολύμων

ΠΡΟΣΕΥΧΗ ΓΙΑ ΠΡΟΣΤΑΣΙΑ ΑΠΟ ΤΙΣ ΑΠΕΙΛΕΣ ΤΩΝ ΝΕΟΟΘΩΜΑΝΩΝ

Προσευχή από το λειτουργικό οπλοστάσιο της Ορθοδόξου Εκκλησία μας για να προστατεύσει και πάλι ο Ιησούς Χριστός και η Παναγία Μητέρα Του το Ελληνορθόδοξο γένος μας από τις πολεμικές απειλές των νεοοθωμανών.


Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦἉγίου Πνεύματος.

Τῇ θαυμαστῇ σου Πορταΐτισσα σκέπῃ δι ἧς λυτροῦται ἡμᾶς πάσης ἀνάγκης προστρέχομεν ἑκάστοτε κραυγάζοντες θερμῶς· ὥσπερ πάλαι ἔδειξας, ἐφ᾽ ἡμῖν τὴν σὴν χάριν, οὕτω καὶ νῦν Δέσποινα, μὴ ἐλλείπῃς εἰς τέλος, ὡς ἐπηγγείλω σκέπειν καὶ φρουρεῖν, τοὺς ἀδιστάκτῳ ψυχῇ, προσιόντάς σοι.

Ψαλμός 73
(Όπως τον είχε ορίσει ο Όσιος Αρσένιος ο Καππαδόκης για του κινδύνους από τους Οθωμανούς Τσέτες.)

«ΙΝΑΤΙ ἀπώσω, ὁ Θεός, εἰς τέλος; 
ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς· ἐλυτρώσω ράβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου. καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν. ὡς εἰς τὴν ἔξοδον ὑπεράνω, ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· δεῦτε καὶ καταπαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. τὰ σημεῖα αὐτῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. 
ἕως πότε, ὁ Θεός, ὀνειδιεῖ ὁ ἐχθρός, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς ᾿Ηθάμ. σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς· θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. μνήσθητι ταύτης· ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμένος· πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου. ἀνάστα, ὁ Θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τοῦ ὀνειδισμοῦ σου τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός».

Τους εκ της Άγαρ δυσμενείς, τάχιον ολλύουσα ξίφει των προσευχών σου Μαριάμ, τον λαόν και την ποίμνην σου φύλαττε τω υιώ σου κραυγάζοντα, ο Θεός των Πατέρων ευλογητός ει.

Λαόν σου άχραντε Δέσποινα ανόρθωσον πεσόντα εις βάραθρον καταδουλώσεως, εχθρών απίστων, αλλ’ οίκτειρον, συ γαρ ελπίς απάντων και η βοήθεια.

Θεομήτωρ Πάναγνε προστασία των Χριστιανών, περίζωσε σον λαόν πάσης απειλής και πάσης αλώσεως βαρβαρικής, οργής και θυμού, πάσης κακώσεως και εκ πάσης κατακρίσεως


Χαίρε Ορθοδόξων αγνή, το θάρσος το ανίκητον. Χαίρε κλέος των πιστών σου την σεπτήν Εικόνα προσκυνούντων. Χαίρε δαιμόνων πτώσις, και των ανθρώπων η ανόρθωσις.

Επέγνωσαν Δέσποινα, γόνοι της Άγαρ την δυναστείαν σου κατατρέχοντες μάτην, της φίλης ποίμνης σου και πεπτώκασιν εν εξαισίω θανάτω φθειρόμενοι, ενδίκω όντως αγνή θεομακάριστε.

Ματαίωσον παρθένε εχθραινόντων τας βουλάς και αθέμιτα ένεδρα, των συνεχώς επιτιθεμένων ημίν δεινώς, τούτους αποδιώκουσα, πόρρω μετ’ αισχύνης αφανισμώ τελείω, ίνα γνώσι την Θείαν δυναστείαν και εξουσίαν σου θεόνυμφε.

(Απολυτίκιον Παναγίας της Πορταϊτίσσης)

Τὴν θείαν Σου Εἰκόνα δεδεγμένοι ἐν θαύματι, Πυλωρὸν Παρθένε καὶ σκέπην καὶ Προστάτιδα ἔχομεν, τοῦ κλήρου σου οἱ τρόφιμοι ἀεί, καὶ Σοῦ ὡς ἀφομείωμα ἡμεῖς, τὴν Αὐτήν Σου προσκυνοῦντες ἀπὸ ψυχῆς, βοῶμεν σοι Θεοτόκε· δόξα τῇ παναγάθῳ Σου βουλῇ, δόξᾳ τῇ προστασίᾳ Σου, δόξα τῇ πρὸς ἡμᾶς Ἁγνὴ θείᾳ προνοίᾳ Σου.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ἸησοῦΧριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς