Τοῦτο βέβαια, δὲν σημαίνει ὅτι δὲν τοὺς ἀγαπᾶμε καὶ ὅτι δὲν ἐπιθυμοῦμε τὴν σωτηρία τους, γιατὶ τὸ μῖσος ἀναφέρεται στὰ αἱρετικά τους φρονήματα, καὶ ἡ ἀπομάκρυνση ἀπ' αὐτοὺς γίνεται γιὰ νὰ ἀποφύγουμε τὴν μόλυνση ποὺ ἡ μετ' αὐτῶν ἐπικοινωνία συνεπάγεται. Γράφει:
Μισείσθωσαν καὶ Μαρκιωνισταὶ οἱ περιελόντες τὰ ῥήματα τῆς παλαιᾶς διαθήκης ἀπὸ τῆς καινῆς. πρῶτος γὰρ Μαρκίων ὁ ἀθεώτατος, ὁ πρῶτος τρεῖς θεοὺς εἰπών, εἰδὼς ὅτι ἔγκεινται ἐν τῇ καινῇ μαρτυρίαι περὶ Χριστοῦ τῶν προφητῶν, περιέκοψε τὰς ἐκ τῆς παλαιᾶς διαθήκης μαρτυρίας, ἵνα ἀμάρτυρος μείνῃ ὁ βασιλεύς.μισείσθωσαν οἱ προειρημένοι Γνωστικοὶ μὲν ὀνόματι, τῆς δὲ ἀγνωσίας πεπληρωμένοι, τολμήσαντες τοιαῦτα εἰπεῖν περὶ ἁγίου πνεύματος, ἅπερ ἐγὼ λέγειν οὐ τολμῶ… μισήσωμεν τοὺς μίσους ἀξίους, ἀποστραφῶμεν οὓς ἀποστρέφεται ὁ θεός. εἴπωμεν καὶ αὐτοὶ μετὰ παρρησίας πάσης τῷ θεῷ περὶ πάντων αἱρετικῶν· οὐχὶ τοὺς μισοῦντάς σε κύριε ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; ἔστι γὰρ καὶ ἔχθρα καλή, καθὼς γέγραπται· καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. ἡ γὰρ πρὸς τὸν ὄφιν φιλία ἔχθραν πρὸς τὸν θεὸν καὶ θάνατον κατεργάζεται. Ταῦτα μὲν οὖν ἡμῖν περὶ τῶν ἀποβεβλημένων εἰρήσθω.