.

.

Δός μας,

Τίμιε Πρόδρομε, φωνή συ που υπήρξες η φωνή του Λόγου. Δος μας την αυγή εσύ που είσαι το λυχνάρι του θεϊκού φωτός. Βάλε σήμερα τα λόγια μας σε σωστό δρόμο, εσύ που υπήρξες ο Πρόδρομος του Θεού Λόγου. Δεν θέλουμε να σε εγκωμιάσουμε με τα δικά μας λόγια, επειδή τα λόγια μας δεν έχουν μεγαλοπρέπεια και τιμή. Όσοι θα θελήσουν να σε στεφανώσουν με τα εγκώμιά τους, ασφαλώς θα πετύχουν κάτι πολύ πιό μικρό από την αξία σου. Λοιπόν να σιγήσω και να μη προσπαθήσω να διακηρύξω την ευγνωμοσύνη μου και τον θαυμασμό μου, επειδή υπάρχει ο κίνδυνος να μη πετύχω ένα εγκώμιο, άξιο του προσώπου σου;

Εκείνος όμως που θα σιωπήσει, πηγαίνει με τη μερίδα των αχαρίστων, γιατί δεν προσπαθεί με όλη του τη δύναμη να εγκωμιάσει τον ευεργέτη του. Γι’ αυτό, όλο και πιό πολύ σου ζητάμε να συμμαχήσεις μαζί μας και σε παρακαλούμε να ελευθερώσεις τη γλώσσα μας από την αδυναμία, που την κρατάει δεμένη, όπως και τότε κατάργησες, με τη σύλληψη και γέννησή σου, τη σιωπή του πατέρα σου του Ζαχαρία.

Άγιος Σωφρόνιος Ιεροσολύμων

ΟΤΑΝ ΟΙ ΛΑΪΚΟΙ ΕΔΙΝΑΝ ΤΟ ΠΑΡΟΝ ΣΤΗ ΖΩΗ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ



Στὴν ἱστορία τῆς Ἐκκλησίας, ὅταν ἐπικρατοῦσε μιὰ αἵρεση (ὅπως σήμερα ἡ Παναίρεση τοῦ Οἰκουμενισμοῦ) καὶ ἀσχέτως ἂν αὐτὴ εἶχε καταδικασθεῖ ἀκόμα, ὁ Λαὸς τοῦ Θεοῦ —ἀδιάφορο ἂν αὐτοὶ ἦσαν λαϊκοί, μοναχοὶ ἢ ἱερωμένοι— ἀντιδροῦσε δυναμικά διαμαρτυρόμενος, ἀπομακρυνόμενος καὶ ἀποτειχιζόμενος ἀπὸ τοὺς αἱρετικούς. Αὐτὸ συνέβη π.χ. μὲ τὶς αἱρέσεις τοῦ Ἀρειανισμοῦ, τοῦ Νεστοριανισμοῦ, τοῦ Μονοθελητισμοῦ, τοῦ Μοιχειανισμοῦ, στὴν περίπτωση τοῦ αἱρετιζόντων Πατριαρχῶν Καλέκα, Βέκκου κ. ἄ.

Συγκλονιστικὸ εἶναι τὸ γεγονὸς ποὺ διασώζεται στὴν «Ἔκθεσι πίστεως κατὰ ἀποκάλυψιν Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας».
Ἐπὶ Πατριάρχου, δηλαδή, Κων/πόλεως Τιμοθέου τοῦ Α΄ (511–518) ὁ λαὸς τῆς Κων/πόλεως ἀποτειχίστηκε καὶ ἔμενε ἀκοινώνητος τῶνΘ. μυστηρίων γιὰ πολλὰ χρόνια, διότι ὁ Πατριάρχης Τιμόθεος δὲν ἤθελε νὰ ἀποδεχθῆ τὴν Δ΄ ἐν Χαλκηδόνι Οἰκουμενικὴ Σύνοδο.
Ὅταν ἀνῆλθε στὸν θρόνο ὁ διάδοχός του, ἅγιος Ἰωάννης ὁ Καππαδόκης (518–520), ὁ λαὸς μέσα στὴν Ἐκκλησία ἀπαίτησε κατὰ τὴν ὥρα τῆς Θ. Λατρείας νὰ ἀναγνωσθεῖ στὰ δίπτυχα ἡ Δ΄ Οἰκουμενικὴ Σύνοδος καὶ κατόπιν νὰ μεταλάβει ἀπὸ τὰ χέρια τοῦ νέου Πατριάρχη.

Ὁ νέος Ὀρθόδοξος Πατριάρχης γιὰ κάποιους λόγους ἐδίσταζε νὰ πραγματοποιήσει τὴν ἀπαίτηση τοῦ λαοῦ, ἀλλὰ οἱ πιστοὶ ἔμεναν ἀνένδοτοι καὶ ἀπαιτοῦσαν τὸ θέμα νὰ τακτοποιηθεῖ ἀμέσως.Στὴν προσπάθεια τοῦ Πατριάρχη νὰ ἀναβληθεῖ γιὰ λίγο αὐτὴ ἡ ἀναγνώριση, ὁ λαὸς τὸ ἀπαίτησε καὶ πάλι δυναμικὰ καὶ πολλάκις.
Tελικά, μετὰ ἀπὸ αὐτὴ τὴν σταθερὴ στάση τοῦ λαοῦ καὶ τὴν ἔντονη διαμαρτυρία, ὑποχρεώθηκε ὁ Πατριάρχης, τὴν ὥρα τῆς 
μνημονεύσεως κατὰ τὴν Θ. Λειτουργία, νὰ ἀναγνώσει στὰ δίπτυχα τὴν Δ΄ Οἰκουμενικὴ Σύνοδο. Τότε σταμάτησε ἡ ἀποτείχιση τοῦ λαοῦ καὶ ἡ ἀκοινωνησία τῶν Θ. Μυστηρίων, ἀφοῦ, μὲ τὴν ἀνάγνωση τῶν Διπτύχων, ἀποκαταστάθηκε ἡ Ὀρθόδοξη Πίστη.
Τὸ περιστατικὸ ἔχει (μὲ κάποιες περικοπές) ὡς ἑξῆς:

«Εἰσόδου γενομένης κατὰ τὸ σύνηθες ἐν τῇ ἁγιωτάτῃ ἡμῶν μεγάλῃ ἐκκλησίᾳ ἐν ἡμέρᾳ κυριακῇ... τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου καὶ οἰκουμενικοῦ πατριάρχου Ἰωάννου, ...ἐν τῷ γενέσθαι αὐτὸν σὺν τῷ εὐαγεῖ κλήρῳ περὶ τὸν ἄμβωνα φωναὶγεγόνασιν ἀπὸ τοῦ λαοῦλέγουσαι·
Πολλὰ τὰ ἔτη τοῦ πατριάρχου, πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς αὐγούστας, πολλὰ τὰ ἔτη τοῦ πατριάρχου· ἀκοινώνητοι διὰ τί μένομεν ἐπὶ τοσαῦτα ἔτη; διὰ τί οὐ κοινωνοῦμεν; ἐκ τῶν χειρῶν σου κοινωνῆσαι θέλομεν. ἐὲς ἄνελθε εἰς τὸν ἄμβωνα, ἐὲς πεῖσον τὸν λαόν σου. διὰ πολλῶν ἐτῶν κοινωνῆσαι θέλομεν.ὀρθόδοξος εἶ, τίνα φοβῆσαι; ἄξιε τῆς τριάδος· ἡ ἁγία
Μαρία θεοτόκος ἐστίν... Σεβῆρον τὸν Μανιχαῖον ἔξω βάλε· ὁ μὴ λαλῶν Μανιχαῖός ἐστιν... νικᾷ ἡ πίστις τῆς τριάδος, νικᾷ ἡ πίστις τῶν ὀρθοδόξων. τὴν ἁγίαν σύνοδον ἄρτι κήρυξον· ὀρθόδοξος βασιλεύει, τίνα φοβῆσαι;... ἐὲς μαρτύρομαι· ἢ κηρύσσεις ἢ ἐξέρχηι. πίστις ἐστίν, οὐκ ἔνι θεωρεῖν. ἀδελφοὶ Χριστιανοὶ μία ψυχή... ἡ ἁγία Μαρία θεοτόκος ἐστίν· ταῦτα καὶ ἡ σύνοδος εἶπε.
Ταῦτα αὐτῶν ἐκβοησάντων ἐδόθη αὐτοῖς ἀπόκρισις παρὰ τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιεπισκόπου καὶ οἰκουμενικοῦ πατριάρχου Ἰωάννου αὕτη· μακροθυμήσατε, ἀδελφοί, ἵνα πρότερον προσκυνήσωμεν τὸ ἅγιον θυσιαστήριον, καὶ μετὰ τοῦτο δίδωμι ὑμῖν ἀπόκρισιν.
Καὶ εἰσελθόντος αὐτοῦ εἰς τὸ ἅγιον θυσιαστήριον ἐπέμειναν κράζοντες·
Πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς αὐγούστας· ἐὲς μαρτύρομαι· οὐκ ἐξέρχῃ, ἐὰν μὴ ἀναθεματίσς Σεβῆρον. ἀνάθεμα Σεβήρῳ φανερῶς εἰπέ. ἐὲς ἀπόκλεισον· ἐὲς μαρτύρομαι. πολλὰ τὰ ἔτη τοῦ βασιλέως.
Καὶ λοιπὸν ἀνελθὼν ἐπὶ τοῦ ἄμβωνος ὁ ἁγιώτατος καὶ μακαριώτατος ἡμῶν ἀρχιεπίσκοπος καὶ οἰκουμενικὸς πατριάρχης Ἰωάννης προσεφώνησε ταῦτα· Οἴδατε τοὺς ἐμοὺς ἀγῶνας, ἀγαπητοί, οὓς καὶ ἐν τῷ πρεσβυτερίῳ ὢν κατεβαλόμην, καὶ νῦν ἀντεσχόμην τῆς ὀρθοδοξίας καὶ ἀντέχομαι ἕως θανάτου. οὐ χρεία τοίνυν ταραχῆς ἢ θορύβου· οὔτε γάρ τι παρεβάθη τῆς ὀρθῆς πίστεως οὔτε ἁγίαν σύνοδον τολμᾷ τις ἀναθεματίσαι, ἀλλὰ πάσας τὰς ἁγίας συνόδους τὰς βεβαιωσάσας τὸ ἅγιον σύμβολον τῶν τιη(318) πατέρων τῶν συνελθόντων κατὰ τὴν Νικαέων ὀρθοδόξους γινώσκομεν καὶ μάλιστα τὰς ἁγίας τρεῖς συνόδους ταύτας, τουτέστι τὴν ἐν Κωνσταντινουπόλει καὶ τὴν ἐν Ἐφέσῳ καὶ τὴν μεγάλην τὴν ἐν Χαλκηδόνι. ἰδικῶς γὰρ τὸ σύμβολον τῶν τιη ἁγίων πατέρων, εἰς ὃ βαπτιζόμεθα, αὗται αἱ ἅγιαι τρεῖς σύνοδοι ὁμοφρόνως ἐβεβαίωσαν.
Καὶ μετὰ τὴν προσφώνησιν ἐπιμενόντων αὐτῶν ἐπὶ πλείστας ὥρας ταῖς αὐταῖς φωναῖς καὶ προσθέντων·
Οὐ κατέρχῃ, ἐὰν μὴ ἀναθεματίσῃς· πολλὰ τὰ ἔτη τοῦ πατριάρχου. ἄξιε τῆς τριάδος, πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς αὐγούστης· τὴν σύναξιν τῆς συνόδου Χαλκηδόνος ἄρτι κήρυξον. οὐκ ἀναχωρῶ, ἐὰν μὴ κηρύξῃς. ἕως ὀψὲ ὧδε ἐσμέν...
[καὶ] προσεφώνησεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος ἡμῶν καὶ οἰκουμενικὸς πατριάρχης Ἰωάννης οὕτως· Ἐπειδὴ σύναξιν ᾐτήσατε τῶν ἁγίων πατέρων τῶν ἐν Χαλκηδόνι ἐπιτελεσθῆναι, γινώσκοντες γνώσεσθε ὅτι καὶ τοῦτο ποιήσομεν γνώμῃ τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως.
Ἐπιμενόντων δὲ αὐτῶν καὶ τὰς αὐτὰς φωνὰς ἐκβοώντων καὶ προσθέντων·
Οὐκ ἀναχωρῶ μὰ τὸ εὐαγγέλιον· τὴν σύναξιν τῶν πατέρων ἄρτι κήρυξον· τῶν ἐν Χαλκηδόνι πατέρων τὴν σύναξιν αὔριον ποίησον,
ἐκηρύχθη ἡ σύναξις διὰ Σαμουὴλ διακόνου οὕτως· Γνωρίζομεν τῇ ὑμετέρᾳ ἀγάπῃ ὅτιπερ τῇ αὔριον μνήμην ἐπιτελοῦμεν τῶν ἐν ἁγίοις πατέρων ἡμῶν καὶ ἐπισκόπων γενομένων τῶν κατὰ τὴν Χαλκηδονέων μητρόπολιν συναχθέντων καὶ βεβαιωσάντων ἅμα τοῖς ἐν Κωνσταντινουπόλει καὶ ἐν Ἐφέσῳ συναχθεῖσιν ἁγίοις πατράσιν τὸ σύμβολον τῶν τιη ἁγίων πατέρων τῶν συναχθέντων κατὰ τὴν Νικαέων. συναγόμεθα δὲ καὶ ἐνταῦθα.
Καὶ μετὰ τὴν προσφώνησιν τῆς συνάξεως πάλιν ἐπέμεινεν ὁ λαὸςκαὶ μιᾷ φωνῇ ἐπὶ πολὺ ἔκραζον·
Σεβῆρος ἄρτι ἀναθεματισθῇ. ὁ ἐπίβουλος τῆς τριάδος ἄρτι ἀναθεματισθῇ. ὁ κατὰ τῶν πατέρων ἄρτι ἀναθεματισθῇ. ὁ ἀναθεματίσας τὴν σύνοδον Χαλκηδόνος ἄρτι ἀναθεματισθῇ. οὐκ ἐξέρχομαι, ἐὰν μὴ ἄρτι ἀναθεματισθῇ καὶ ἀπόκρισιν λάβω. μαρτύρομαι· ὀρθόδοξος εἶ, ἄρτι ἀναθεμάτισον. ἢ ἀναθεμάτισον ἢ οὐδὲν παρ' ἐμέ.
Καὶ ἐπὶ πολὺ τοῖς αὐτοῖς ἐπιμενόντων αὐτῶν, παρόντων (τῶν τάδε)ἐπισκόπων τῶν καὶ συναινούντων τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀρχιεπισκόπῳ καὶ οἰκουμενικῷ πατριάρχῃ Ἰωάννῃ προσεφωνήθη ταῦτα· Ὅτι Σεβῆρος χωρίσας ἑαυτὸν τῆς ἁγίας ταύτης ἐκκλησίας ἑαυτῷ κρίματι ὑπέβαλε, πρόδηλον πᾶσιν. ἑπόμενοι τοίνυν καὶ ἡμεῖς τοῖς θείοις κανόσι καὶ τοῖς ἁγίοις πατράσιν ἀλλότριον τοῦτον ἡγούμεθα καὶ ὑπὸ τῶν θείων κανόνων ἤδη διὰ τῆς βλασφημίας αὐτοῦ κατακριθέντα ἀναθεματίζομεν καὶ ἡμεῖς.
Τούτων παρακολουθησάντων τῇ κυριακῇ, τῇ ἑξῆς, ἥτις ἐστὶν ἑξκαιδεκάτη τοῦ Ἰουλίου μηνός, ἡμέρᾳ δευτέρᾳ, ἐπιτελουμένης τῆς μνήμης τῶν προλεχθέντων ἁγίων πατέρων, πάλιν τῆς εἰσόδου γενομένης παρὰ τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιεπισκόπου καὶ οἰκουμενικοῦ πατριάρχου Ἰωάννου, εὐθέως ἅμα τῷ γενέσθαι αὐτὸν πλησίον τοῦ ἄμβωνος φωναὶ ἤλθοσαν ἀπὸ παντὸς τοῦ λαοῦ οὕτως·
Πολλὰ τὰ ἔτη τοῦ πατριάρχου, πολλὰ τὰ ἔτη τοῦ βασιλέως... τοὺς Μανιχαίους ἔξω βάλε. πολλὰ τὰ ἔτη τοῦ πατριάρχου· τοῦ νέου Ἰωάννου πολλὰ τὰ ἔτη· ἄξιε τῆς τριάδος... Εὐφημίου καὶ Μακεδονίου τὰ ὀνόματα ἄρτι ταγῇ. τελείαν ἑορτὴν τῇ ἐκκλησίᾳ. τοὺς ψευδομάρτυρας Μακεδονίου ἔξω βάλε. τὰς τέσσαρας συνόδους τοῖς διπτύχοις. Λέοντα τὸν ἐπίσκοπον Ῥώμης τοῖς διπτύχοις. ἡ ἁγία Μαρία θεοτόκος ἐστί· τοῦτο ἡ σύνοδος εἶπε... οὕτως ἔχεις τὴν τριάδα, τὰ δίπτυχα ἄρτι φέρε. οἱ κανόνες τούτους οὐκ ἐξέβαλαν· ἐὲς τάξον, ἐὲς τάξον, ἐὲς τάξον.
Καὶ προσεφωνήθη ταῦτα· Καὶ κατὰ τὴν χθὲς ἡμέραν ἀρκούντως ἐπληροφορήσαμεν τὴν ὑμετέραν ἀγάπην, καὶ νῦν δὲ τὸν ζῆλον ὑμῶν σαφῶς ἐπιστάμενοι ἐκεῖνα ἐσπεύσαμεν καὶ σπεύδομεν ποιῆσαι ὅσα καὶ τὸν θεὸν θεραπεύει καὶ ὑμᾶς διὰ πάντων ἐν πᾶσι πληροφορεῖ. ὅτι δὲ μέλει ἡμῖν τοῦ μηδὲν παρασαλευθῆναι τῆς ὀρθῆς πίστεως, οἶμαι κατὰ διαφόρους χρόνους καὶ τρόπους πείραι παρειληφέναι τὴν ὑμετέραν ἀγάπην. δι' ὃ καὶ τὸν θεμέλιον τῆς πίστεως κατὰ τὴν τῶν ἁγίων πατέρων παράδοσιν ἀρραγῆ διαμένειν τῇ χάριτι τοῦ δεσπότου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ ἐσπουδάσαμεν, ἐλπίσαντες δι' αὐτῆς καὶ τὰς διεστώσας ἐκκλησίας ἑνῶσαι, πανταχοῦ τὴν τάξιν τῶν θείων κανόνων ἐνθέσμως κρατοῦντες. οὐδὲ γὰρ ἐγχωρεῖ τι παρασαλεῦσαι καὶ περὶ κενοφωνίας καὶ λεπτολογίας ἀπασχολεῖσθαι τοὺς πιστούς, ἀλλὰ προσέχειν τῷ ἁγίῳ συμβόλῳ, ἐν ᾧ πάντες ἐβαπτίσθημεν, ὅπερ ἐξεφώνησεν ἡ ἐν Νικαίᾳ ἐν ἁγίῳ πνεύματι σύνοδος καὶ ἐκύρωσεν ἡ ἐν Κωνσταντινουπόλει τῶν ἁγίων πατέρων συνέλευσις καὶ ἐβεβαίωσεν ἡ ἐν Ἐφέσῳ ὁσία σύνοδος καὶ ἐπεσφράγισεν ὁμοίως ἡ ἐν Χαλκηδόνι ἁγία μεγάλη σύνοδος, ἣν κατ' οὐδένα λόγον ἢ τρόπον παρασαλεῦσαί τις δυνήσεται πᾶσαν ἀναιροῦσαν τοῖς κακοδόξοις πρόφασιν. ταύτην τοίνυν τὴν πίστιν ἀσάλευτον κρατοῦντες πρὸς ἀλλήλους μὴ ἀμφιβάλητε, ἀλλὰ πᾶσαν κενοφωνίαν καὶ πᾶσαν καινοτομίαν καὶ πᾶσαν λεπτολογίαν ἀπωθούμενοι ἑνὶ στόματι τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα δοξάσωμεν, ἥτις φυλάττοι ἐν εἰρήνῃ τὴν ζωὴν τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων καὶ πάντων ἡμῶν. τῷ γὰρ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι πρέπει ἡ δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ταύτης τῆς προσφωνήσεως γενομένης ἐπέμειναν κράζοντες·
Ἐὰν μὴ ἄρτι, οὐδεὶς ἐκβαίνει· μαρτύρομαί σε, τὰς θύρας κλείω. ἀδελφοὶ ὀρθόδοξοι μία ψυχή· ἀδελφοὶ διὰ πίστιν μία ψυχή· Ἰουστῖνε αὔγουστε TVINCAS: ὁ μὴ λαλῶν Μανιχαῖός ἐστιν. ἅγιος ἅγιος ἅγιος· ἡ τριὰς ἐνίκησεν...
Καὶ πάλιν ἐπιμενόντων αὐτῶν ἐπὶ πολὺ ταῖς αὐταῖς φωναῖς προσεφωνήθη αὐτοῖς ταῦτα· Ὅτι διὰ πάντων σπουδὴν ἐθέμεθα θεραπεῦσαι ὑμᾶς καὶ ἀσκανδαλίστους φυλάξαι, σαφῶς ἐπίστασθε· ἐπειδὴ δὲ δεῖ πάντα κανονικῶς καὶ μετὰ εὐταξίας γενέσθαι, συγχωρήσατε ἡμῖν συναγαγεῖν τοὺς θεοφιλεστάτους ἐπισκόπους, ἐφ' ᾧ τε κατὰ τοὺς θείους κανόνας πάντα προβῆναι γνώμῃ καὶ κελεύσει τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως. τὰς γὰρ ἐκβοήσεις ὑμῶν πάσας ἀνοίσομεν ἐπὶ τὴν αὐτοῦ γαληνότητα.
Καὶ κλεισάντων αὐτῶν τὰς θύρας καὶ ἐπιμενόντων ταῖς αὐταῖς ἐκβοήσεσι λαβὼν τὰ δίπτυχα ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος καὶ οἰκουμενικὸς πατριάρχης Ἰωάννης ἐκέλευσε ταγῆναι τὰς ἁγίας τέσσαρας συνόδους τῶν τε ἐν Νικαίαι συνελθόντων ἁγίων πατέρων καὶ τῶν ἐν Κωνσταντινουπόλει ὡσαύτως συναχθέντων ἐπὶ Νεκταρίου τοῦ τῆς ὁσίας μνήμης καὶ τῶν ἐν Ἐφέσῳ ἐπὶ τῇ ἐκβολῇ Νεστορίου καὶ τῶν ἐν Χαλκηδόνι ἐπὶ τῇ ἐκβολῇ Εὐτυχοῦς καὶ τοῦ αὐτοῦ δυσσεβοῦς Νεστορίου καὶ τὰ ὀνόματα τῶν τελευτησάντων ἐν ὁσίᾳ τῇ μνήμῃ γενομένων ἀρχιεπισκόπων ταύτης τῆς βασιλίδος πόλεως Εὐφημίου καὶ Μακεδονίου καὶ μέντοι καὶ Λέοντος τοῦ γενομένου ἀρχιεπισκόπου Ῥώμης. τότε φωνῇ μεγάλῃ πάντες οἱ τοῦ λαοῦ ὡς ἐξ ἑνὸς στόματος ἐβόησαν εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ πάλιν δεύτερον ἔκραξαν εὐλογητὸς κύριος Ἰησοῦς ὁ βασιλεύς, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῶι λαῷ αὐτοῦ. ἐπὶ πολλὴν δὲ ὥραν ἀντιφωνούντων ἑκατέρων τῶν μερῶν καὶ ψαλλόντων τὴν ψαλμῳδίαν ταύτην, οἱ ψάλται ἐπετράπησαν ἀνελθόντες εἰπεῖν τὸ τρισάγιον καὶ αὐτῶν ἀρξαμένων πᾶς ὁ λαὸς ἐπαύσατο καὶ ὑπήκουσε τοῦ τρισαγίου.
Καὶ μετὰ τὴν ἀνάγνωσιν τοῦ ἁγίου εὐαγγελίου ἐξ ἔθους τῆς θείας λειτουργίας ἐπιτελουμένης καὶ τῶν θυρῶν κλεισθεισῶν καὶ τοῦ ἁγίου μαθήματος κατὰ τὸ σύνηθες λεχθέντος τῷ καιρῷ τῶν διπτύχων μετὰ πολλῆς ἡσυχίας συνέδραμον ἅπαν τὸ πλῆθος κύκλῳ τοῦ θυσιαστηρίου καὶ ἠκροῶντο καὶ μόνον ἐλέχθησαν αἱ προσηγορίαι τῶν εἰρημένων ἁγίων τεσσάρων συνόδων παρὰ τοῦ διακόνου καὶ τῶν ἐν ὁσίᾳ τῇ μνήμῃ ἀρχιεπισκόπων Εὐφημίου καὶ Μακεδονίου καὶ Λέοντος, φωνῇ μεγάλῃ ἔκραξαν ἅπαντες· δόξα σοι κύριε. καὶ μετὰ τοῦτο μετὰ πάσης εὐταξίας ἐπληρώθη σὺν θεῷ ἡ θεία λειτουργία.

(T.L.G., Concilia Oecumenica (ACO): Synodus Constantinopolitana et Hierosolymitana anno 536: Tome 3, page 72, line 4 Ἔκθεσις πίστεως κατὰ ἀποκάλυψιν Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας. ΚαὶΠρακτικὰ Συνόδων, τόμος Β΄, σελ. 333).